Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.28 Dem. 10.33 (English) >>Dem. 10.36

10.31 δὴ λοιπόν ἐστι, καὶ πάλαι μὲν ἔδει, διαφεύγει δʼ οὐδὲ νῦν, τοῦτʼ ἐρῶ. οὐδενὸς τῶν πάντων οὕτως ὡς χρημάτων δεῖ τῇ πόλει πρὸς τὰ νῦν ἐπιόντα πράγματα. συμβέβηκε δʼ εὐτυχήματʼ ἀπὸ ταὐτομάτου, οἷς ἂν χρησώμεθʼ ὀρθῶς, ἴσως ἂν γένοιτο τὰ δέοντα. πρῶτον μὲν γὰρ οἷς βασιλεὺς πιστεύει καὶ εὐεργέτας ὑπείληφεν ἑαυτοῦ, οὗτοι μισοῦσι καὶ πολεμοῦσι Φίλιππον. 10.32ἔπειθʼ πράττων καὶ συνειδὼς ἅπανθʼ Φίλιππος κατὰ βασιλέως παρασκευάζεται, οὗτος ἀνάσπαστος γέγονε, καὶ πάσας τὰς πράξεις βασιλεὺς οὐχ ἡμῶν κατηγορούντων ἀκούσεται, οὓς ὑπὲρ τοῦ συμφέροντος ἂν ἡγήσαιτο τοῦ ἰδίου λέγειν, ἀλλὰ τοῦ πράξαντος αὐτοῦ καὶ διοικοῦντος, ὥστʼ εἶναι πιστάς, καὶ λοιπὸν λόγον εἶναι τοῖς παρʼ ὑμῶν πρέσβεσιν, 10.33ὃν βασιλεὺς ἥδιστʼ ἂν ἀκούσαι, ὡς τὸν ἀμφοτέρους ἀδικοῦντα κοινῇ τιμωρήσασθαι δεῖ, καὶ ὅτι πολὺ τῷ βασιλεῖ φοβερώτερός ἐσθʼ Φίλιππος, ἂν προτέροις ἡμῖν ἐπιθῆται· εἰ γὰρ ἐγκαταλειπόμενοί τι πεισόμεθʼ ἡμεῖς, ἀδεῶς ἐπʼ ἐκεῖνον ἤδη πορεύσεται. ὑπὲρ δὴ τούτων ἁπάντων οἶμαι δεῖν ὑμᾶς πρεσβείαν ἐκπέμπειν, ἥτις τῷ βασιλεῖ διαλέξεται, καὶ τὴν ἀβελτερίαν ἀποθέσθαι, διʼ ἣν πολλάκις ἠλαττώθητε, “ δὴ βάρβαρος, καὶ κοινὸς ἅπασιν ἐχθρός,” καὶ πάντα τὰ τοιαῦτα. 10.34ἐγὼ γὰρ ὅταν τινʼ ἴδω τὸν μὲν ἐν Σούσοις καὶ Ἐγβατάνοις δεδοικότα καὶ κακόνουν εἶναι τῇ πόλει φάσκοντα, ὃς καὶ πρότερον συνεπηνώρθωσε τὰ τῆς πόλεως πράγματα καὶ νῦν ἐπηγγέλλετο (εἰ δὲ μὴ ἐδέχεσθʼ ὑμεῖς, ἀλλʼ ἀπεψηφίζεσθε, οὐ τἀκείνου αἴτια), ὑπὲρ δὲ τοῦ ἐπὶ ταῖς θύραις ἐγγὺς οὑτωσὶ ἐν μέσῃ τῇ Ἑλλάδι αὐξανομένου λῃστοῦ τῶν Ἑλλήνων ἄλλο τι λέγοντα, θαυμάζω, καὶ δέδοικα τοῦτον, ὅστις ἂν ποτʼ, ἔγωγε, ἐπειδὴ οὐχ οὗτος Φίλιππον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.28 Dem. 10.33 (English) >>Dem. 10.36

Powered by PhiloLogic